Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.280 Joseph. BJ 6.286 (English) >>Joseph. BJ 6.292

6.284πρὶν δὲ Καίσαρα κρῖναί τι περὶ αὐτῶν κελεῦσαι τοὺς ἡγεμόνας, φερόμενοι τοῖς θυμοῖς οἱ στρατιῶται τὴν στοὰν ὑφάπτουσι, καὶ συνέβη τοὺς μὲν ῥιπτοῦντας αὑτοὺς ἐκ τῆς φλογὸς διαφθαρῆναι, τοὺς δὲ ἐν αὐτῇ· περιεσώθη δὲ ἐκ τοσούτων οὐδείς. 6.285τούτοις αἴτιος τῆς ἀπωλείας ψευδοπροφήτης τις κατέστη κατʼ ἐκείνην κηρύξας τὴν ἡμέραν τοῖς ἐπὶ τῆς πόλεως, ὡς θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. 6.286πολλοὶ δʼ ἦσαν ἐγκάθετοι παρὰ τῶν τυράννων τότε πρὸς τὸν δῆμον προφῆται προσμένειν τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν καταγγέλλοντες, ὡς ἧττον αὐτομολοῖεν καὶ τοὺς ἐπάνω δέους καὶ φυλακῆς γενομένους ἐλπὶς παρακροτοίη. 6.287πείθεται δὲ ταχέως ἄνθρωπος ἐν συμφοραῖς, ὅταν δʼ ἤδη καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλαγὴν ἐξαπατῶν ὑπογράφῃ, τόθʼ πάσχων ὅλος γίνεται τῆς ἐλπίδος.

-- --

6.288

Τὸν γοῦν ἄθλιον δῆμον οἱ μὲν ἀπατεῶνες καὶ καταψευδόμενοι τοῦ θεοῦ τηνικαῦτα παρέπειθον, τοῖς δʼ ἐναργέσι καὶ προσημαίνουσι τὴν μέλλουσαν ἐρημίαν τέρασιν οὔτε προσεῖχον οὔτʼ ἐπίστευον, ἀλλʼ ὡς ἐμβεβροντημένοι καὶ μήτε ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ θεοῦ κηρυγμάτων παρήκουσαν, 6.289τοῦτο μὲν ὅτε ὑπὲρ τὴν πόλιν ἄστρον ἔστη ῥομφαίᾳ παραπλήσιον καὶ παρατείνας ἐπʼ ἐνιαυτὸν κομήτης,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.280 Joseph. BJ 6.286 (English) >>Joseph. BJ 6.292

Powered by PhiloLogic